Franciscus Patricius: Discussionum peripateticarum tomus secundus (Liber V-VIII) - page 92

DISCUSSIONUM PERIPATETICARUM T. II, L. VI
340
vertimus.)
100
Num ergo manent omnia, movetur vero nihil? Vel huic
totum contrarium? Vel haec quidem moventur haec vero manent? et
mota moventur? Quidni? Et haec sane in una sede id faciunt, haec
autem in pluribus. Ea quae manentium in medio accipiunt poten-
100
ἆρα ἕστηκε μὲν πάντα͵ κινεῖται δ’ οὐδέν; ἢ τούτῳ πᾶν
τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται͵ τὰ δὲ μένει; τὰ μὲν κινεῖταί που͵
φήσω͵ τὰ δὲ μένει. μῶν οὐκ οὖν ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκεν
καὶ τὰ κινούμενα κινεῖται; πῶς γὰρ οὔ; καὶ τὰ μέν γε ἐν μιᾷ [μίᾳ] ἕδρᾳ
ποῢ ἂν τοῦτο δρῴη τὰ δ’ ἐν πλείοσιν. τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ
λαμβάνοντα δύναμιν λέγεις; φήσομεν͵ ἐν ἑνὶ κινεῖσθαι͵ καθάπερ ἡ
τῶν ἑστάναι λεγομένων κύκλων [κύκλῳ] στρέφεται περιφορά; Ναί.
μανθάνομεν δέ γε ὡς ἐν ταύτῃ τῇ περιφορᾷ, τὸν μέγιστον καὶ τὸν
σμικρότατον κύκλον ἅμα περιάγουσα ἡ τοιαύτη κίνησις ἀνὰ λόγον
αὑτὴν διανέμει σμικροῖς τε καὶ μείζοσιν͵ ἐλάττων δ’ οὖσα καὶ πλείων
κατὰ λόγον. διὸ δὴ τῶν θαυμαστῶν ἁπάντων πηγὴ γέγονεν͵ ἅμα
μεγάλοις [μεγάλως] καὶ σμικροῖς κύκλοις βραδυτῆτάς [βραδύτητάς]
τε καὶ τάχη ὁμολογούμενα πορεύουσα͵ ἀδύνατον͵ ὡς ἄν τις ἐλπίσειε͵
γίνεσθαι πάθος. Ἀληθέστατα λέγεις. Τὰ δέ γε κινούμενα ἐν πολλοῖς
φαίνῃ μοι λέγειν ὅσα φορᾷ κινεῖται μεταβαίνοντα εἰς ἕτερον ἀεὶ τόπον.
καὶ τοτὲ μὲν ἔστιν ὅτε βάσιν ἑνὸς κεκτημένα τινὸς κέντρου͵ τοτὲ δὲ
πλείονα τῷ περικυλινδεῖσθαι. προστυγχάνοντα δ΄ ἑκάστοτε ἑκάστοις͵
τοῖς ἑστῶσι μὲν διασχίζεται͵ τοῖς δ΄ ἄλλοις [ἀλλήλοις] ἐξ ἐναντίας
ἀπαντῶσι καὶ φερομένοις εἰς ἓν γιγνόμενα μέσα τε καὶ μεταξὺ τῶν
τοιούτων συγκρίνεται. λέγω γὰρ οὖν ταῦτα οὕτως ἔχοντα͵ ὡς σὺ λέγεις.
καὶ μὴν καὶ συγκρινόμενα μὲν αὐξάνεται͵ διακρινόμενα δὲ φθίνει. τότε
ὅταν ἡ καθεστηκυῖα ἑκάστων ἕξις διαμένῃ [διαμένει]. μὴ μενούσης δ’
αὐτῆς͵ δι΄ ἀμφότερα ἀπόλλυται. γίνεται δὲ πάντων γένεσις͵ ἡνίκα ἂν τί
πάθος ᾖ; δῆλον ὡς ὁπόταν ἀρχὴ λαβοῦσα αὔξην εἰς τὴν δευτέραν ἔλθῃ
μετάβασιν καὶ ἀπὸ ταύτης εἰς τὴν πλησίον͵ καὶ μέχρι τριῶν ἐλθοῦσα
αἴσθησιν σχῇ [σχεῖ] τοῖς αἰσθανομένοις. μεταβάλλον [μεταβαλὸν] μὲν
οὖν οὕτω καὶ μετακινούμενον γίνεται πᾶν. ἔστιν δὲ ὄντως [ἐστὶ δ’ ὄντος]
ὄν͵ ὁπόταν μένῃ͵ μεταβαλὸν δ’ εἰς ἄλλην ἕξιν, διέφθαρται παντελῶς.
ἆρ΄ οὖν κινήσεις πάσας εἰρήκαμεν ὡς ἐν εἴδεσιν λαβεῖν μετ΄ ἀριθμοῦ͵
πλήν γε͵ ὦ φίλοι͵ δυοῖν; ποίαιν δή; ΑΘ. σχεδόν͵ ὠγαθέ [ὤγαθε]͵ ἐκείναιν
ὧν ἕνεκα πᾶσα ἡμῖν ἐστιν ἡ σκέψις τὰ νῦν. ΚΛ. λέγε σαφέστερον. ΑΘ.
ψυχῆς ἦν ἕνεκα ποῢ; ΚΛ. πάνυ μὲν οὖν ΑΘ. ἔστω τοίνυν ἡ μὲν ἕτερα
δυναμένη κινεῖν κίνησις͵ ἑαυτὴν δ’ ἀδυνατοῦσα ἀεὶ. μία τις͵ ἡ δ’ ἑαυτήν
τε αἰεὶ καὶ ἕτερα δυναμένη κατά τε συγκρίσεις, ἔν τε διακρίσεσιν αὔξαις
τε καὶ τῷ ἐναντίῳ, καὶ γενέσεσι καὶ φθοραῖς, ἀλλὰ μία τις {αὖ} τῶν
πασῶν κινήσεων. ΚΛ. ἔστω γὰρ οὖν. ΑΘ. οὐκοῦν τὴν μὲν ἕτερον ἀεὶ
κινοῦσαν καὶ μεταβαλλομένην ὑφ΄ ἑτέρου θήσομεν ἐνάτην αὖ; τὴν δ’
ἑαυτὴν κινοῦσαν καὶ ἕτερα ἐναρμόττουσαν πᾶσιν μὲν ποιήμασι͵ πᾶσιν
δὲ παθήμασι͵ καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ
κίνησιν͵ ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν; [PLATO Lg. 893b7–e7]
1...,82,83,84,85,86,87,88,89,90,91 93,94,95,96,97,98,99,100,101,102,...372
Powered by FlippingBook